Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 1.108.2 Hdt. 1.109.2 (English) >>Hdt. 1.110.2

1.108.5 δὲ ἀμείβεται· “ βασιλεῦ, οὔτε ἄλλοτε κω παρεῖδες ἀνδρὶ τῷδε ἄχαρι οὐδέν, φυλασσόμεθα δὲ ἐς σὲ καὶ ἐς τὸν μετέπειτα χρόνον μηδὲν ἐξαμαρτεῖν. ἀλλʼ εἴ τοι φίλον τοῦτο οὕτω γίνεσθαι, χρὴ δὴ τό γε ἐμὸν ὑπηρετέεσθαι ἐπιτηδέως.”

ch. 109 1.109.1 τούτοισι ἀμειψάμενος Ἅρπαγος, ὥς οἱ παρεδόθη τὸ παιδίον κεκοσμημένον τὴν ἐπὶ θανάτῳ ἤιε κλαίων ἐς τὰ οἰκία· παρελθὼν δὲ ἔφραζε τῇ ἑωυτοῦ γυναικὶ τὸν πάντα Ἀστυάγεος ῥηθέντα λόγον. 1.109.2 δὲ πρὸς αὐτὸν λέγει· “νῦν ὦν τί σοὶ ἐν νόῳ ἐστὶ ποιέειν;” δὲ ἀμείβεται· “οὐ τῇ ἐνετέλλετο Ἀστυάγης, οὐδʼ εἰ παραφρονήσει τε καὶ μανέεται κάκιον νῦν μαίνεται, οὔ οἱ ἔγωγε προσθήσομαι τῇ γνώμῃ οὐδὲ ἐς φόνον τοιοῦτον ὑπηρετήσω. 1.109.3 πολλῶν δὲ εἵνεκα οὐ φονεύσω μιν, καὶ ὅτι αὐτῷ μοι συγγενής ἐστι παῖς, καὶ ὅτι Ἀστυάγης μέν ἐστι γέρων καὶ ἄπαις ἔρσενος γόνου· 1.109.4 εἰ δʼ ἐθελήσει τούτου τελευτήσαντος ἐς τὴν θυγατέρα ταύτην ἀναβῆναι τυραννίς, τῆς νῦν τὸν υἱὸν κτείνει διʼ ἐμεῦ, ἄλλο τι λείπεται τὸ ἐνθεῦτεν ἐμοὶ κινδύνων μέγιστος; ἀλλὰ τοῦ μὲν ἀσφαλέος εἵνεκα ἐμοὶ δεῖ τοῦτον τελευτᾶν τὸν παῖδα, δεῖ μέντοι τῶν τινα Ἀστυάγεος αὐτοῦ φονέα γενέσθαι καὶ μὴ τῶν ἐμῶν.”



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 1.108.2 Hdt. 1.109.2 (English) >>Hdt. 1.110.2

Powered by PhiloLogic